Κυριακή 18 Αυγούστου 2013

34 ΜΕΛΕΤΗΜΑΤΑ ΜΑΚΑΡΙΟΣ Ο ΑΙΓΥΠΤΙΟΣ

Μακάριος ο Αιγύπτιος - 34 Μελετήματα
Μακάριος ο Αιγύπτιος - 34 Μελετήματα
Οσιος Μακάριος ο ΑιγύπτιοςΜ' ἕνα στόμα καὶ μιὰ καρδιὰ ὅλοι οἱ Μοναχοὶ τοῦ Ἁγίου Ὄρους μαρτυροῦν ὅτι ἕνα ἀπὸ τὰ ἐντρυφήματα ὑψηλῆς στάθμης καὶ μορφώσεως μοναχικοῦ ἤθους εἶναι οἱ «50 ὁμιλίες τοῦ Ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου» (ἐδῶ στὰ Ἀρχαῖα Ἑλληνικά).
Τὸ ἔργο αὐτὸ εἶναι γεμάτο ἀπὸ πνευματικὴ χάρη καὶ γλυκύτητα. Μέσα σ' αὐτὸ μὲ πολλὴ χάρη ἀναπτύσσει ὁ Ἀββᾶς Μακάριος τὶς ψυχικὲς δυνάμεις, τὶς άρετές, τὰ πάθη καὶ τοὺς ἀσκητικοὺς άγῶνες πρὸς ἀπόκτηση τῶν ἀρετῶν καὶ καταστολὴ τῶν παθῶν.

Ομιλία 30

Οἱ τὸν λόγον ἀκούοντες ἔργον τοῦ λόγου ἐν ταῖς ἑαυτῶν ψυχαῖς ὀφείλουσιν ἐπιδείξασθαι·
ὁ λόγος γὰρ τοῦ Θεοῦ οὐκ ἔστι λόγος ἀργός,
ἀλλ' ἔργον ἔχει εἰς τὴν ψυχὴν γιγνόμενον·
διὰ τοῦτο γὰρ καὶ ἔργον λέγεται,
ἵνα τὸ ἔργον εὑρεθῇ ἐν τοῖς ἀκούουσι.

Μακάριος ο Αιγύπτιος - Mελέτημα 31

1. Οἱ ἅγιοι Μάρτυρες, ἀφοῦ ὑπέφεραν πολλὰ βασανιστήρια καὶ ἔδειξαν καρτερία μέχρι τὸ θάνατο, ἔγιναν ἄξιοι γιὰ τὰ στεφάνια καὶ τὴ δόξα. Καὶ ὅσο περισσότερα καὶ σκληρότερα ἦταν τὰ βάσανα ποὺ ὑπέφεραν, τόση περισσότερη δόξα καὶ παρρησία ἀπέκτησαν ἐνώπιον τοῦ Θεοῦ. Κατὰ τὸν ἴδιο τρόπο καὶ οἱ ψυχὲς ποὺ παραδόθηκαν σὲ διάφορες θλίψεις (εἴτε ἐξ ἀνθρώπων, εἴτε ἐκ σωματικῶν ἀσθενειῶν), ἄν κάνουν μέχρι τέλους ὑπομονὴ καὶ δὲν γογγύσουν, θὰ ἀξιωθοῦν τὰ ἴδια στεφάνια καὶ τὴν ἴδια παρρησία μὲ τοὺς Μάρτυρες. Καὶ ὅλα αὐτὰ ὄχι μόνο στὸ μέλλον θὰ ἀπολαύσουν ἀπὸ τὸ Θεό, ἀλλὰ καὶ ἐδῶ θὰ ἀξιωθοῦν τὴν παρηγορία τοῦ Ἁγίου Πνεύματος!

Μακάριος ο Αιγύπτιος - Mελέτημα 20

1. Ἅγιος εἶναι ἐκεῖνος, ποὺ καθάρισε τελείως τὸν ἐσωτερικό του ἄνθρωπο. Κάποιος ἀδελφός, ἐνῶ προσευχόταν μαζὶ μὲ ἄλλους ἀδελφούς, αἰχμαλωτίσθηκε ἀπὸ τὴ θεία δύναμη, καὶ μὲ ἁρπαγὴ τοῦ νοῦ του εἶδε τὴν ἄνω Ἰερουσαλήμ καὶ τὰ ἐκεῖ φωτεινὰ κατοικητήρια καὶ φῶς ἄπειρο καὶ ἀνέκφραστο, καὶ ἄκουσε φωνή, ὅτι αὐτὸς εἶναι ὁ τόπος τῆς ἀναπαύσεως τῶν δικαίων. Μετὰ ἀπ' αὐτὸ ὑπερηφανεύθηκε καί, νομίζοντας τὸν ἑαυτό του σπουδαῖο, ἔπεσε σὲ βάθος ἁμαρτιῶν καὶ κυριεύτηκε ἀπὸ πολλὰ κακά. Ἄν λοιπὸν αὐτὸς ἔπαθε τέτοια, πῶς εἶναι δυνατὸν ὁ καθένας νὰ λέει, «Ἀφοῦ νηστεύω καὶ ζῶ σὰν ξένος καὶ δίνω ἐλεημοσύνη καὶ ἔχω φυλαχθεῖ ἀπὸ πορνεία, κλοπὴ καὶ τὰ ὅμοια, ἄραγε εἶμαι ἅγιος; Γιατὶ τελειότητα δὲν εἶναι μόνον ἡ ἀποχὴ ἀπὸ τὰ φανερὰ κακά, ἀλλὰ κυρίως ἡ κάθαρση τῆς διανοίας!

Ὅσοι μὲ τρῶνε θὰ πεινάσουν κι' ἄλλο, καὶ ὅσοι μὲ πίνουν θὰ διψάσουν κι' ἄλλο

1. Οἱ ψυχὲς ποὺ ἀγαποῦν τὸν Θεὸ καὶ τὴν ἀλήθεια, δὲν ὑποφέρουν οὔτε τὴν παραμικρὴ ἐλάττωση τοῦ ἔρωτά τους πρὸς τὸν Κύριο. Ἀλλὰ καρφωμένες ὁλοκληρωτικὰ στὸ σταυρό Του αἰσθάνονται μέσα τους τὴν Πνευματικὴ προκοπή. Πληγωμένες λοιπὸν ἀπὸ τὸν πόθο Του, κι ἄν ἀκόμη ἀξιωθοῦν Θεία μυστήρια καὶ μετάσχουν εὐφροσύνης καὶ Χάριτος, δὲν ἔχουν πεποίθηση στὸν ἑαυτό τους, οὔτε νομίζουν ὅτι εἶναι τίποτε.

Μακάριος ο Αιγύπτιος - Mελέτημα 17

1. Παίρνει σῶμα ἀνθρώπινο ὁ ἀσώματος Κύριος ἀπὸ ἄπειρη ἀγαθότητα καὶ μικραίνει -μπορεῖ νὰ πεῖ κανεὶς- τὸν ἑαυτό Του ὁ μέγας καὶ ὑπερούσιος, γιά νὰ μπορέσει νὰ ἐνωθεῖ μὲ τὶς ψυχὲς τῶν Ἁγίων καὶ τῶν Ἀγγέλων, ὥστε να μπορέσουν καὶ αὐτὲς νὰ γίνουν μέτοχοι τῆς ἀθάνατης ζωῆς τῆς Θεότητάς Του.

Μακάριος ο Αιγύπτιος - Mελέτημα 11

1. Ἐκεῖνος ποὺ ζητάει καὶ χτυπάει τὴ θύρα καὶ ζητάει μέχρι τέλους, σύμφωνα μὲ τὸ λόγο τοῦ Κυρίου, ἐπιτυγχάνει τὰ αἰτήματά του. Γιατὶ εἶναι ἀψευδὴς Ἐκεῖνος, ποὺ εἶπε• «Κάθε τι ποὺ θὰ μοῦ ζητήσετε στὴν προσευχὴ μὲ πίστη, θὰ τὸ λάβετε».

Μακάριος ο Αιγύπτιος - Mελέτημα 09

1. Τὸ ἔργο τῆς προσευχῆς, ὅταν γίνεται ὅπως πρέπει, εἶναι άνώτερο ἀπὸ κάθε ἀρετὴ καὶ ἐντολή. Μαρτυρεῖ γι' αὐτὸ ὁ ἴδιος ὁ Κύριος• «Μάρθα, Μάρθα, μεριμνᾶς καὶ ἀγωνιᾶς γιὰ τόσα πολλά, ἐνῶ ἕνα μόνο χρειάζεται (=ἡ συνομιλία μὲ τὸν Θεὸ). Ἡ Μαρία ἔκανε τὴν καλὴ ἐκλογή, ποὺ δὲν θὰ τῆς ἀφαιρεθεῖ ποτέ». Αὐτὸ τὸ εἶπε γιὰ νὰ προτάξει τὸ μεγαλύτερο ἀπὸ τὸ μικρότερο.

Ομιλία 03

Οἱ ἀδελφοὶ ὀφείλουσιν ἐν ἀγάπῃ πολλῇ συνεῖναι ἀλλήλοις, εἴτε εὔχονται εἴτε ἀναγινώσκουσι τὰς γραφὰς εἴτε ἔργον τι ποιοῦσιν, ἵνα ἔχωσι τὸν θεμέλιον τῆς ἀγάπης πρὸς ἀλλήλους. Καὶ οὕτως δύναται εὐδοκία γενέσθαι εἰς ἐκείνας τὰς προαιρέσεις, καὶ οἱ εὐχόμενοι καὶ οἱ ἀναγινώσκοντες καὶ οἱ ἐργαζόμενοι πάντες δύνανται ἐν ἀκεραιότητι καὶ ἁπλότητι διάγοντες μετ' ἀλλήλων ὠφεληθῆναι.

Μακάριος ο Αιγύπτιος - Mελέτημα 04

1. Πρέπει νὰ γνωρίζουμε ὅτι οἱ ἀρετὲς εἶναι δεμένες μεταξύ τους ἀποτελώντας μιὰ ἱερή ἁλυσίδα. Ἔτσι ἡ προσευχὴ ξεκινάει ἀπό τὴν ἀγάπη. Ἡ ἀγάπη ἀπὸ τὴ χαρά. Ἡ χαρὰ ἀπὸ τὴν πραότητα. Ἡ πραότητα ἀπὸ τὴν ταπεινοφροσύνη. Ἡ ταπεινοφροσύνη ἀπὸ τὴ διακονία. Ἡ διακονία ἀπὸ τὴν ἐλπίδα. Ἡ ἐλπίδα ἀπὸ τὴν πίστη. Ἡ πίστη ἀπὸ τὴν ὑπακοή. Ἡ ὑπακοὴ ἀπὸ τὴν ἁπλότητα. Ἐπίσης καὶ οἱ κακίες εἶναι ἁλυσίδα μεταξύ τους: Τὸ μῖσος ἀπὸ τὸ θυμό. Ὁ θυμός ἀπὸ τὴν ὑπερηφάνεια. Ἡ ὑπερηφάνεια ἀπὸ τὴν κενοδοξία. Ἡ κενοδοξία ἀπὸ τὴν ἀπιστία. Ἡ ἀπιστία ἀπὸ τὴ σκληροκαρδία. Ἡ σκληροκαρδία ἀπὸ τὴν ἀμέλεια. Ἡ ἀμέλεια ἀπὸ τὴ χαύνωση. Ἡ χαύνωση ἀπὸ τὴν ὀλιγωρία. Ἡ ὀλιγωρία ἀπὸ τὴν ἀκηδία (=ἀφροντισιά). Ἡ ἀκηδία ἀπὸ τὴν ἀνυπομονησία. Καὶ τέλος ἡ ἀνυπομονησία ἀπὸ τὴ φιληδονία.

Ομιλία 01

Ἰεζεκιὴλ ὁ μακάριος προφήτης ὀπτασίαν καὶ ὅρασιν ἔνθεον καὶ ἔνδοξον θεωρήσας διηγήσατο καὶ ἔγραψεν ὀπτασίαν μυστηρίων ἀλαλήτων γέμουσαν.

Ομιλία 50

Τίς ἦν ὁ κλείσας τὰς θύρας τῶν οὐρανῶν; Ἠλίας ἢ ὁ Θεὸς ἦν ἐν αὐτῷ ὁ ἐπιτάξας καὶ τῷ ὑετῷ; νομίζω ὅτι ὁ ἐξουσιαστὴς τοῦ οὐρανοῦ αὐτὸς ἐνεκαθέσθη ἐντὸς τοῦ νοὸς αὐτοῦ, καὶ διὰ τῆς γλώττης αὐτοῦ ὁ λόγος τοῦ Θεοῦ ἐκώλυσε τοῦ μὴ κατελθεῖν ὑετὸν ἐπὶ τῆς γῆς. Καὶ πάλιν εἶπε, καὶ ἠνοίγησαν αἱ πύλαι τῶν οὐρανῶν καὶ κατῆλθεν ὁ ὑετός. Ὁμοίως καὶ Μωϋσῆς ἔθηκε ῥάβδον, καὶ ἐγένετο ὄφις.

Ομιλία 49

Ἐάν τις ἐξελθὼν τῶν ἰδίων καὶ ἀποταξάμενος τῷ κόσμῳ τούτῳ καὶ τῆς τρυφῆς τοῦ κόσμου ἀπαλλαγεὶς καὶ κτημάτων καὶ πατρὸς καὶ μητρὸς ἕνεκεν τοῦ Κυρίου καὶ ἑαυτὸν σταυρώσας, ξένος καὶ πένης καὶ ἐνδεὴς γένηται, ἀντὶ δὲ τῆς ἀναπαύσεως τοῦ κόσμου ἀνάπαυσιν θεϊκὴν ἐν ἑαυτῷ μὴ εὕρῃ καὶ ἀντὶ τῆς προσκαίρου τρυφῆς τρυφῆς πνεύματος εἰς τὴν ἑαυτοῦ ψυχὴν μὴ αἴσθηται, καὶ ἀντὶ τῶν φθαρτῶν ἐνδυμάτων ἐνδύματα φ

Ομιλία 48

Ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ τοὺς ἑαυτοῦ μαθητὰς εἰς τελείαν πίστιν ἀγαγεῖν βουλόμενος ἔλεγεν· «ὁ ἐν ὀλίγῳ πιστὸς καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ὀλίγῳ ἄπιστος καὶ ἐν πολλῷ ἄπιστός ἐστιν».

Ομιλία 47

Ἡ δόξα Μωσέως, ἣν εἶχεν ἐν τῷ προσώπῳ, τύπος ἦν τῆς ἀληθινῆς δόξης. Ὃν γὰρ τρόπον ἐκεῖ ἀτενίσαι εἰς τὸ πρόσωπον Μωσέως οὐκ ἴσχυον Ἰουδαῖοι, οὕτω νῦν ἐκείνην τὴν δόξαν τοῦ φωτὸς ἐν ταῖς ψυχαῖς δέχονται οἱ Χριστιανοί, καὶ τὸ σκότος μὴ φέρον τὴν αὐγὴν τοῦ φωτὸς ἐκτυφλούμενον φυγαδεύεται.

Ομιλία 46

Ὁ τοῦ Θεοῦ λόγος Θεός ἐστι, καὶ ὁ λόγος τοῦ κόσμου κόσμος ἐστί. Πολλὴ δὲ διαφορὰ καὶ μεσότης τυγχάνει τοῦ τε λόγου τοῦ Θεοῦ καὶ τοῦ λόγου τοῦ κόσμου, καὶ τῶν τέκνων τοῦ Θεοῦ καὶ τῶν τέκνων τοῦ κόσμου· ἕκαστον γὰρ γέννημα τοῖς ἰδίοις ἔοικε γονεῦσιν.

Ομιλία 45

Ὁ τὸν μονήρη βίον ἐπιλεξάμενος πάντα τὰ ἐν τῷ κόσμῳ τούτῳ στρεφόμενα πράγματα ἀλλότρια ἑαυτοῦ καὶ ξένα ἡγεῖσθαι ὀφείλει. Ὁ γὰρ ἐξ ἀληθείας μεταδιώκων τὸν σταυρὸν τοῦ Χριστοῦ πάντα ἀρνησάμενος, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, προσηλωμένον τὸν νοῦν εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ ἔχειν ὀφείλει, προτιμῶν δηλαδὴ τὸν Κύριον γονέων, ἀδελφῶν, γυναικός, τέκνων, συγγενείας, φίλων, ὑπαρχόντων.

Ομιλία 44

Ὁ προσερχόμενος τῷ Θεῷ καὶ Χριστοῦ πάρεδρος ἐν ἀληθείᾳ θέλων εἶναι, τούτου χάριν τοῦ σκοποῦ ὀφείλει προσέρχεσθαι τοῦ ἀλλαγῆναι αὐτὸν καὶ μεταβληθῆναι ἀπὸ τῆς προτέρας καταστάσεως καὶ ἀναστροφῆς, καὶ καλὸν καὶ καινὸν ἄνθρωπον ἀποδειχθῆναι μηδέν τι τοῦ παλαιοῦ ἀνθρώπου ἐπιφερόμενον· εἴ τις γάρ φησιν ἐν Χριστῷ, καινὴ κτίσις.

Ομιλία 43

Ὥσπερ ἀπὸ τοῦ πυρὸς ἅπτονται λύχνοι πολλοὶ καὶ λαμπάδες καιόμεναι, πᾶσαι δὲ αἱ λαμπάδες καὶ οἱ λύχνοι ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσιν, οὕτως καὶ οἱ Χριστιανοὶ ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσι, τοῦ πυρὸς τοῦ θείου, τοῦ υἱοῦ τοῦ Θεοῦ, καὶ ἔχουσι τὰς λαμπάδας καιομένας εἰς τὰς καρδίας αὐτῶν καὶ φαίνουσι κατενώπιον αὐτοῦ ἐν γῇ ὄντες, καθὼς καὶ αὐτός· λέγει γάρ· διὰ τοῦ

Ομιλία 42

Ὥσπερ ἐὰν ᾖ πόλις μεγάλη, ἔρημος δὲ ᾖ τῶν τειχέων διαλελυμένων, καὶ ὑπὸ ἐχθρῶν ληφθῇ, οὐδὲν τῆς μεγαλειότητος ὄφελος· ζητητέον οὖν κατὰ τὸ μέγεθος, ἵνα ἔχῃ καὶ τείχη ὀχυρὰ πρὸς τὸ μὴ τοὺς ἐχθροὺς εἰσιέναι, οὕτω δὴ καὶ ψυχαὶ αἱ κεκοσμημέναι γνώσει καὶ συνέσει καὶ νῷ ὀξυτάτῳ ὡς πόλεις εἰσὶ μεγάλαι.

Ομιλία 41

Τὸ τίμιον σκεῦος τῆς ψυχῆς ἐν πολλῇ βαθύτητι τυγχάνει, ὥς πού φησιν· «ἄβυσσον καὶ καρδίαν αὐτὸς ἐρευνᾷ». Ἐκτραπέντος γὰρ τοῦ ἀνθρώπου τῆς ἐντολῆς καὶ ὑπὸ ἀπόφασιν ὀργῆς γεγενημένου, λαβοῦσα αὐτὸν ὑποχείριον ἡ ἁμαρτία, καὶ αὐτὴ ὥσπερ ἄβυσσός τις πικρίας ἐν λεπτότητι καὶ βαθύτητι τυγχάνουσα, εἰσελθοῦσα ἔνδον, τὰς νομὰς τῆς ψυχῆς κατέσχεν ἕως τῶν βαθυτάτων αὐτῆς ταμείων.

Ομιλία 40

Περὶ τῆς φαινομένης ἀσκήσεως καὶ ποῖον ἐπιτήδευμα μεῖζον καὶ πρῶτον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλων ἐκδέδενται πᾶσαι αἱ ἀρεταί, ὡσπερεὶ γάρ τις πνευματικὴ ἅλυσις· μία τῆς μιᾶς ἤρτηνται.

Ομιλία 39

Ὥσπερ βασιλεὺς γράψας ἐπιστολάς, οἷς βούλεται κωδικέλλους καὶ δωρεὰς ἰδίας χαρίσασθαι, σημαίνει πᾶσιν ὅτι ταχέως σπουδάσατε ἐλθεῖν πρός με, ἵνα λάβητε παρ' ἐμοῦ δωρεὰς βασιλικάς.

Ομιλία 38

Πολλοὶ δίκαιοι φαινόμενοι νομίζονται εἶναι Χριστιανοί· τεχνιτῶν δέ ἐστι καὶ πεπειραμένων δοκιμάσαι, εἰ ἀληθῶς οἱ τοιοῦτοι ἔχουσι τὸ σίγνον καὶ τὴν εἰκόνα τοῦ βασιλέως, μήπως ἄρα παρακεχάρακται τεχνιτῶν ἔργα, καὶ θαυμάζουσι τεχνῖται καὶ ψέγουσιν. Εἰ δὲ μὴ ὦσι τεχνῖται, οὐ δύνανται δοκιμάσαι τοὺς δολίους ἐργάτας, ἐπειδὴ καὶ αὐτοὶ ἐπιφέρονται σχῆμα μοναζόντων ἤτοι Χριστιανῶν.

Ομιλία 37

«Ἡ φιλία τοῦ κόσμου» κατὰ τὸ γεγραμμένον «ἔχθρα ἐστὶν εἰς Θεόν».

Ομιλία 36

Ἀνάστασις τῶν νεκρῶν ψυχῶν ἀπὸ τοῦ νῦν γίνεται, ἀνάστασις δὲ τῶν σωμάτων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ὥσπερ δὲ ἐν τῷ οὐρανῷ πεπηγμένοι ὄντες οἱ ἀστέρες οὐκ ἴσοι πάντες εἰσίν, ἀλλ' εἷς τοῦ ἑνὸς διαφέρει ἐν τῇ λαμπρότητι καὶ μεγαλειότητι, οὕτω κἂν τοῖς πνευματικοῖς κατὰ τὸ μέτρον τῆς πίστεως εἰσὶ προκοπαὶ ἐν αὐτῷ τῷ πνεύματι· εἷς πλουσιώτερος τοῦ ἑτέρου.

Ομιλία 35

Ἐν τῇ σκιᾷ τοῦ νόμου τοῦ διὰ Μωσέως δοθέντος προσέταξεν ὁ Θεὸς ἐν τῷ σαββάτῳ ἕκαστον ἀναπαύεσθαι καὶ μηδὲν ποιεῖν. Τοῦτο δὲ τύπος ἦν καὶ σκιὰ τοῦ ἀληθινοῦ σαββάτου τοῦ διδομένου τῇ ψυχῇ ἀπὸ τοῦ Κυρίου.

Ομιλία 34

Ὥσπερ οἱ σωματικοὶ ὀφθαλμοὶ τηλαυγῶς πάντα βλέπουσιν, οὕτω καὶ ταῖς ψυχαῖς τῶν ἁγίων φανερὰ καὶ ὁρατά ἐστι τὰ κάλλη τῆς θεότητος, εἰς ἃ συγκιρνῶνται καὶ φρονοῦσι Χριστιανοί.

Ομιλία 33

∆εῖ ἡμᾶς μὴ κατὰ ἔθος σωματικὸν μήτε κραυγῆς ἔθει μήτε συνηθείᾳ σιωπῆς μήτε κλίσεως γονάτων προσεύχεσθαι, ἀλλὰ νηφαλέως τῷ νῷ προσέχοντας προσδοκᾶν τὸν Θεόν, πότε ἐπιστῇ καὶ ἐπισκέψεται διὰ πασῶν τῶν ἐξόδων τὴν ψυχὴν καὶ τῶν τρίβων αὐτῆς καὶ αἰσθητηρίων. Καὶ οὕτως ἡνίκα χρὴ σιωπᾶν καὶ ἡνίκα χρὴ βοᾶν καὶ ἐν κραυγῇ προσεύχεσθαι, μόνον ὁ νοῦς ἐρρωμένος ᾖ πρὸς τὸν Θεόν.

Ομιλία 32

Αἱ τοῦ κόσμου τούτου γλῶσσαι διάφοροί εἰσι· παντὸς γὰρ ἔθνους ἰδία γλῶσσά ἐστιν. Οἱ δὲ Χριστιανοὶ μίαν καινὴν γλῶσσαν μανθάνουσι καὶ ὅλοι ὑπὸ μίαν σοφίαν παιδεύονται, Θεοῦ σοφίαν, οὐ τοῦ κόσμου τούτου οὔτε τοῦ αἰῶνος τοῦ παρερχομένου.

Ομιλία 31

∆εῖ τὸν πιστεύοντα αἰτεῖν τὸν Θεόν, μεταλλαγῆναι τῆς προαιρέσεως αὐτοῦ μεταβολῇ καρδίας μεταβαλλομένης ἀπὸ πικρότητος εἰς γλυκασίαν, καὶ μνημονεύειν πῶς ὁ τυφλὸς ἰάθη, ἡ αἱμορροοῦσα ὁμοίως ἁψαμένη τοῦ κρασπέδου ἰάσεως ἔτυχε, λεόντων φύσις ἡμερώθη, πυρὸς φύσις ἐνεκρώθη, πηγὴ πικρὰ ἐγλυκάνθη. Ὅτι τὸ ἄκρως καλὸν ὁ Θεός ἐστι.

Ομιλία 29

Ἡ τοῦ Θεοῦ σοφία ἄπειρος καὶ ἀκατάληπτος οὖσα, ἀκαταλήπτως καὶ ἀνεξιχνιάστως τὰς οἰκονομίας τῆς χάριτος εἰς τὸ γένος τῆς ἀνθρωπότητος ἐξεργάζεται ποικίλως πρὸς τὴν τοῦ αὐτεξουσίου θελήματος δοκιμασίαν, ὥστε φανερωθῆναι τοὺς ἐξ ὅλης καρδίας ἀγαπῶντας αὐτὸν καὶ πάντα κίνδυνον καὶ πόνον διὰ τὸν Θεὸν ὑπομένοντας.

Ομιλία 28

Ὥσπερ ὀργισθεὶς ὁ Θεός ποτε Ἰουδαίοις παρέδωκε τὴν Ἱερουσαλὴμ εἰς τὸ προφανὲς ἐχθροῖς, καὶ ἐκυρίευον αὐτῶν οἱ μισοῦντες αὐτούς, καὶ οὐκ ἦν ἔτι ἐκεῖ ἑορτὴ οὔτε προσφορά, οὕτω καὶ τῇ ψυχῇ ὀργισθεὶς διὰ τὴν παράβασιν τῆς ἐντολῆς παρέδωκεν αὐτὴν τοῖς ἐχθροῖς, δαίμοσί τε καὶ πάθεσι, καὶ οὕτω πλανήσαντες αὐτὴν τελείως ἠφάνισαν, καὶ οὐκέτι ἦν ἐκεῖ οὔτε ἑορτὴ οὔτε θυμίαμα οὔτε προσφορὰ δι' αὐτῆς τῷ Θεῷ

Ομιλία 27

Γνῶθί σου τὴν εὐγένειαν, ὢ ἄνθρωπε, καὶ τὸ ἀξίωμα, πῶς τίμιος εἶ, ἀδελφὸς Χριστοῦ, φίλος βασιλέως, νύμφη τοῦ ἐπουρανίου νυμφίου. Ὁ γὰρ δυνηθεὶς ἐπιγνῶναι τὸ ἀξίωμα τῆς ἑαυτοῦ ψυχῆς, οὗτος δύναται ἐπιγνῶναι τὴν δύναμιν καὶ τὰ μυστήρια τῆς θεότητος καὶ μᾶλλον ἐντεῦθεν ταπεινωθῆναι· ἐπειδὴ διὰ δυνάμεως Θεοῦ βλέπει τις τὴν πτῶσιν ἑαυτοῦ.

Ομιλία 26

Μὴ ἁπλῶς τῇ νοερᾷ τῆς ψυχῆς οὐσίᾳ προσχῇς, ἀγαπητέ, τίμιόν τι σκεῦός ἐστιν ἡ ἀθάνατος ψυχή. Ἴδε πόσος ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Θεός, εἰ μὴ μόνον εἰς σέ.

Ομιλία 25

Οἷς ἐνυπάρχει ὁ θεῖος νόμος οὐκ ἐν μέλανι καὶ γράμμασιν ἐγγεγραμμένος, ἀλλ' ἐν καρδίαις σαρκίναις ἐμπεφυτευμένος, οὗτοι τοὺς τῆς διανοίας ὀφθαλμοὺς φωτισθέντες καὶ ἀεὶ ὀρεγόμενοι οὐ τῆς αἰσθητῆς καὶ βλεπομένης ἐλπίδος, ἀλλὰ τῆς ἀοράτου καὶ νοητῆς, περιγίνεσθαι τῶν τοῦ πονηροῦ σκανδάλων ἰσχύουσιν, οὐκ ἀφ' ἑαυτῶν, ἀλλ' ἐκ τῆς ἀηττήτου δυνάμεως.

Ομιλία 24

Ἐοίκασιν οἱ Χριστιανοὶ ἐμπόροις μέγιστα κέρδη ἐμπορευομένοις.

Ομιλία 23

Ὁ μαργαρίτης ὁ μέγας καὶ πολύτιμος καὶ βασιλικὸς ὁ εἰς διάδημα βασιλικὸν προχωρῶν βασιλέως μόνου χρῄζει, καὶ βασιλεὺς μόνος τὸν μαργαρίτην τοῦτον δύναται φορεῖν· ἄλλῳ δὲ ἀνθρώπῳ φορεῖν τὸν τοιοῦτον μαργαρίτην οὐκ ἔξεστιν.

Ομιλία 22

Ὅταν ἐξέλθῃ ἐκ τοῦ σώματος ψυχὴ ἀνθρώπου, μυστήριόν τι μέγα ἐκεῖ ἐπιτελεῖται. Ἐὰν γὰρ ᾖ ὑπεύθυνος ἐν ἁμαρτίαις, ἔρχονται χοροὶ δαιμόνων καὶ ἄγγελοι ἀριστεροί, καὶ δυνάμεις σκότους παραλαμβάνουσι τὴν ψυχὴν ἐκείνην καὶ κρατοῦσιν εἰς τὸ ἴδιον μέρος. Καὶ οὐκ ὀφείλει τις ἐπὶ τούτοις ξενίζεσθαι.

Ομιλία 21

Ὁ βουλόμενος εὐαρεστῆσαι Θεῷ ἐξ ἀληθείας καὶ κατ' ἀλήθειαν τῷ ἐναντίῳ μέρει τῆς κακίας ἀπεχθανόμενος πρὸς δύο ἀθλήσεις καὶ πρὸς δύο ἀγῶνας ἔχει τὴν πάλην· ἔν τε τοῖς φαινομένοις τοῦ βίου τούτου πράγμασι περισπασμῶν γηΐνων ἀφιστάμενος καὶ ἀγάπης δεσμῶν κοσμικῶν καὶ παθῶν τῆς ἁμαρτίας, καὶ ἐν τοῖς κρυπτοῖς πρὸς αὐτὰ τὰ τῆς πονηρίας ἀπομαχόμενος πνεύματα, περὶ ὧν ὁ Ἀπόστολος ἔλεγεν·<

Ομιλία 20

Εἴ τις γυμνός ἐστιν ἀπὸ τοῦ ἐνδύματος τοῦ θεϊκοῦ καὶ ἐπουρανίου, ὅπερ ἐστὶν ἡ τοῦ πνεύματος δύναμις (καθὼς εἴρηται· εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ), κλαιέτω καὶ παρακαλείτω τὸν Κύριον, ἵνα λάβῃ τὸ ἐξ οὐρανοῦ πνευματικὸν ἔνδυμα, ἵνα ἀμφιασθῇ τὴν ἀπὸ θείας ἐνεργείας γεγυμνωμένην ψυχήν, ὅτι πολλὴν αἰσχύνην ἀτιμίας παθῶν περιβέβληται ὁ μὴ ἐνδεδυμένος τὸ τοῦ Πνεύματο

Ομιλία 19

Ὁ βουλόμενος προσελθεῖν τῷ Κυρίῳ καὶ ζωῆς αἰωνίου καταξιωθῆναι καὶ κατοικητήριον τοῦ Χριστοῦ γενέσθαι καὶ Πνεύματος Ἁγίου πληρωθῆναι, ἵνα τοὺς καρποὺς τοῦ Πνεύματος καὶ τὰς ἐντολὰς τοῦ Χριστοῦ δυνηθῇ ποιῆσαι καθαρῶς καὶ ἀμώμως, οὕτως ὀφείλει ἄρξασθαι· πρῶτον πιστεύειν τῷ Κυρίῳ βεβαίως καὶ ἐπιδοῦναι ἑαυτὸν ἐξ ὅλου τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ καὶ ἀποτάξασθαι τῷ κόσμῳ κατὰ πάντα, ἵνα μὴ π

Ομιλία 18

Εἴ τις ἐν τῷ κόσμῳ πλούσιος σφόδρα τυγχάνει καὶ θησαυρὸν ἀπόκρυφον κέκτηται, ἐκ τοῦ θησαυροῦ καὶ πλούτου οὗπερ ἔχει πάντα ὅσα θέλει κτᾶται, καὶ οἷα βούλεται ἐν τῷ κόσμῳ ἐξαίρετα κτήματα εὐχερῶς ἐπισυνάγει τῷ θησαυρῷ, πεποιθὼς ὅτι δι' αὐτοῦ πᾶσαν κτῆσιν ἣν ἂν βούληται εὐκόλως κτᾶται.

Ομιλία 17

Οἱ τέλειοι Χριστιανοὶ οἱ καταξιωθέντες ἐλθεῖν εἰς μέτρα τελειότητος καὶ γενέσθαι ἐγγύτατοι βασιλέως, οὗτοι τῷ σταυρῷ τοῦ Χριστοῦ πάντοτε ἀφιερωμένοι εἰσίν.

Ομιλία 16

Πᾶσαι αἱ νοεραὶ οὐσίαι, λέγω δὴ ἀγγέλων καὶ ψυχῶν καὶ δαιμόνων, ἀκέραιοι καὶ ἁπλούστατοι ὑπὸ τοῦ δημιουργοῦ ἐκτίσθησαν. Τὸ δέ τινας ἐξ αὐτῶν τραπῆναι εἰς τὸ κακὸν ἐκ τοῦ αὐτεξουσίου προσεγένετο αὐτοῖς· ἰδίῳ γὰρ θελήματι ἐξετράπησαν τοῦ προσήκοντος λογισμοῦ. Εἰ δέ φαμεν οὕτως ὑπὸ τοῦ δημιουργοῦ κτισθῆναι, ἄδικον κριτὴν λέγομεν τὸν Θεὸν πέμποντα εἰς πῦρ τὸν σατανᾶν.

Ομιλία 14

Πάντα τὰ ἐν τῷ κόσμῳ φαινόμενα ἔργα ἐπ' ἐλπίδι γίγνεται εἰς τὸ μεταλαβεῖν τῶν καμάτων, καὶ εἰ μή τις ἐν πάσῃ πληροφορίᾳ ἀπολαύσει τῶν πόνων, οὐδὲν ὠφελεῖται.

Ομιλία 13

Πάντα τὰ φαινόμενα ἔκτισεν ὁ Θεὸς καὶ ἔδωκε τοῖς ἀνθρώποις εἰς ἀνάπαυσιν καὶ τρυφήν, καὶ νόμον δικαιοσύνης ἔδωκεν αὐτοῖς. Ἀπὸ δὲ τῆς τοῦ Χριστοῦ παρουσίας ἄλλον καρπὸν ζητεῖ ὁ Θεὸς καὶ ἄλλην δικαιοσύνην, τὴν καθαρότητα τῆς καρδίας, συνείδησιν ἀγαθήν, λόγους χρηστούς, ἐνθυμήσεις σεμνὰς καὶ ἀγαθὰς καὶ πάντα τὰ τῶν ἁγίων κατορθώματα.

Ομιλία 12

Ὁ Ἀδὰμ τὴν ἐντολὴν παραβὰς κατὰ δύο τρόπους ἀπώλετο· ἕνα μὲν ὅτι ἀπώλεσε τὸ κτῆμα τὸ καθαρὸν τῆς φύσεως αὐτοῦ, τὸ ὡραῖον, τὸ «κατ' εἰκόνα καὶ ὁμοίωσιν» τοῦ Θεοῦ· ἕτερον δὲ ὅτι ἀπώλεσεν αὐτὴν τὴν εἰκόνα, ἐν ᾗ ἀπέκειτο αὐτῷ κατ' ἐπαγγελίαν ἡ ἐπουράνιος πᾶσα κληρονομία.

Ομιλία 11

Τὸ πῦρ τὸ οὐράνιον τῆς θεότητος, ὅπερ δέχονται οἱ Χριστιανοὶ ἐντὸς αὐτῶν ἐν τῇ καρδίᾳ νῦν ἐν τῷ αἰῶνι τούτῳ, τοῦτο αὐτὸ τὸ ἐντὸς τῆς καρδίας αὐτῶν διακονοῦν, ὅταν ἀναλυθῇ τὸ σῶμα, ἐξώτερον γίνεται καὶ πάλιν συμπήσσει τὰ μέλη καὶ ποιεῖ ἀνάστασιν τῶν λελυμένων μελῶν.

Ομιλία 10

Αἱ φιλαλήθεις καὶ φιλόθεοι ψυχαὶ αἱ τελείως τὸν Χριστὸν ἐνδύσασθαι ἐν πολλῇ ἐλπίδι καὶ πίστει ἐπιποθοῦσαι τῆς παρ' ἑτέρων ὑπομνήσεως οὐ τοσοῦτον χρῄζουσιν οὔτε τοῦ οὐρανίου πόθου καὶ τοῦ πρὸς Κύριον ἔρωτος, κἂν ἐπὶ ποσὸν ἐλαττοῦσθαι ὑπομένουσιν, ἀλλ' ὅλαι ἐξ ὅλου τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωμέναι πρὸς τὸν πνευματικὸν νυμφίον ὁσημέραι πνευματικῆς προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν ἐπιγινώσκουσι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου