Κυριακή 18 Αυγούστου 2013

ΘΑΝΑΤΟΣ & ΑΠΩΛΕΙΑ

Αντώνιος (Μπλουμ)
Μητροπολίτης Σουρόζ (Σουγδαίας)

Θάνατος και Απώλεια

Αντώνιος (Μπλουμ) Μητροπολίτης Σουρόζ (Σουγδαίας)  Θάνατος και Απώλεια
Andrew Walker - Κώστας Καρράς (επιμ.),
Ζωντανή Ορθοδοξία στον σύγχρονο κόσμο,
μτφρ Ιωσήφ Ροηλίδης, εκδ.
Εστία, Αθήνα 2001.

ΚΑΨΑΝΗΣ - Η ΘΕΩΣΙΣ

Ἡ θέωσις, ὡς σκοπὸς τῆς ζωῆς τοῦ ἀνθρώπου
τοῦ Πανοσιολογιωτάτου Ἀρχιμανδρίτου π. Γεωργίου, Καθηγουμένου τῆς Ἱερᾶς Μονῆς Ὁσίου Γρηγορίου Ἁγίου Ὄρους

Η ΠΡΟΣΕΥΧΗ ΑΓΙΟΥ ΝΕΙΛΟΥ

Η ΠΡΟΣΕΥΧΗ
Ἁγίου Νείλου τοῦ ἀσκητοῦ
153 μικρά μά περιεκτικά κεφάλαια περί Προσευχής - Αγιος Νείλος ο Ασκητής
Πρόλογος

ΓΝΩΡΙΖΟΥΜΕ, ἄραγε, οἱ σημερινοὶ χριστιανοί, τί εἶναι ἡ ἀληθινὴ προσευχή, ποιὰ τὰ χαρακτηριστικά της καὶ ποιοὶ οἱ καρποί της;
Οἱ Ἅγιοι τῆς Ἐκκλησίας μας, ποὺ ὑπῆρξαν οἱ κατεξοχὴν προσευχόμενοι ἄνθρωποι, μᾶς ἔχουν παραδώσει τὴν ἱερή τους ἐμπειρία μὲ τρόπο ἐκφραστικὸ καὶ κατηγορηματικό.
Ἡ προσευχή, μᾶς λένε, εἶναι ἀνύψωση τοῦ νοῦ στὸ Θεὸ καὶ συνομιλία μαζί Του.
Ἡ προσευχὴ εἶναι ἕνωση τοῦ ἀνθρώπου μὲ τὸ Θεό•
ἔργο τῶν ἀγγέλων κλειδὶ τοῦ Παραδείσου•
φωτισμὸς τῆς ψυχῆς•
συγχώρηση τῶν ἁμαρτημάτων•
μητέρα τῶν ἀρετῶν.
Ἡ προσευχὴ εἶναι ὅπλο ἀκαταμάχητο•
θησαυρὸς ἀδαπάνητος•
γέφυρα ποὺ σώζει ἀπὸ τοὺς πειρασμούς•
τεῖχος ποὺ προστατεύει ἀπὸ τὶς θλίψεις.
Ἡ προσευχὴ εἶναι καθρέφτης τῆς πνευματικῆς ζωῆς τοῦ ἀνθρώπου καὶ ἐργασία ποὺ ποτὲ δὲν τελειώνει.
Εὔκολα, λοιπόν, ἀντιλαμβάνεται κανείς, πὼς ἡ προσευχὴ δὲν ἀποτελεῖ ἕνα ἁπλὸ «θρησκευτικὸ καθῆκον» ἢ μιὰ «συναισθηματικὴ ἐκτόνωση».
Εἶναι ἡ ἀτμόσφαιρα μέσα στὴν ὅποια ζεῖ ἡ ψυχή.
Εἶναι ἡ ὁλοκληρωτικὴ στροφὴ καὶ προσφορὰ τοῦ ἀνθρώπου στὸ Θεό.
Μιὰ προσφορά, πού, ὅταν συνοδεύεται ἀπὸ τὸν ἀγώνα γιὰ τὴν τήρηση τῶν ἐντολῶν τοῦ Χριστοῦ, ἑλκύει τὴ θεία χάρη.
Κι αὐτὴ μὲ τὴ σειρὰ τῆς καθαρίζει τὴν καρδιά, φωτίζει τὸ νοῦ, μεταμορφώνει τὸν ὅλο ἄνθρωπο καὶ τὸν χριστοποιεῖ.
Γὶ αὐτό, χριστιανὸς ποὺ δὲν προσεύχεται, δὲν εἶναι ἀληθινὸς χριστιανός. Καὶ ἄνθρωπος ποὺ δὲν ξέρει νὰ προσευχηθεῖ, δὲν εἶναι ὁλοκληρωμένος ἄνθρωπος.
«Ὅπως τὸ σῶμα», λέει ὁ ἱερὸς Χρυσόστομος, «χωρὶς τὴν ψυχή, εἶναι νεκρό, ἔτσι καὶ ἡ ψυχή, χωρὶς τὴν προσευχή, εἶναι νεκρή».
Στὶς ἑπόμενες σελίδες προσφέρεται ἐπιλεκτικά, σὲ ἐλεύθερη νεοελληνικὴ ἀπόδοση, ἕνα κλασικὸ ἔργο τῆς πατερικῆς γραμματείας, ὁ «Λόγος περὶ προσευχῆς», ποὺ βρίσκεται καταχωρισμένος στὴ Φιλοκαλία καὶ ἀποδίδεται στὸν Σινάϊτη ἅγιο Νεῖλο τὸν ἀσκητὴ (5ος αἰ.).
Ὁλόκληρο τὸ ἔργο ἀποτελεῖται ἀπὸ 153 μικρὰ μὰ περιεκτικὰ "κεφάλαια", ποὺ χειραγωγοῦν μὲ ἀσφάλεια στὴν ὁδὸ τῆς πνευματικῆς προσευχῆς ὅποιον θελήσει ὄχι νὰ τὰ διαβάσει βιαστικά, μὰ νὰ τὰ μελετήσει προσεκτικὰ καὶ νὰ τ' ἀφομοιώσει. Γιατί εἶναι ἀλήθεια, πὼς γιὰ τὸν σημερινὸ ἄνθρωπο ὁ λόγος τοῦ ἁγίου Νείλου εἶναι τροφὴ στέρεη. Εἶναι ἰσχυρὸ ἀντίδοτο στὸν πνευματικὸ λιμὸ τῆς ἐποχῆς μας, ὅπου τὸ «μυστήριον τῆς ἀνομίας» ἐνεργεῖται μὲ ταχύτατους ρυθμούς.
Στὶς ἐπερχόμενες δοκιμασίες θὰ μᾶς θρέψει καὶ θὰ μᾶς στηρίξει μόνο ἡ «ἐν πνεύματι καὶ ἀληθεία» κοινωνία μὲ τὸν ὄντως Ὄντα Θεό, τὸν Παντοκράτορα Κύριο. Ὁ δικός Του αἰώνιος λόγος ἀκούγεται σήμερα, ὅσο ποτὲ ἄλλοτε, ἀφυπνιστικὸς καὶ σωτήριος : «Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε... ἴνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου» (Μάρκ. 13:33 καὶ Λούκ. 21:36).
 
Ἱερὰ Μονὴ Παρακλήτου Ὠρωπὸς Ἀττικῆς
+

Περὶ τῶν μὴ μετανοούντων - Ἅγιος Ἰωάννης ὁ Δαμασκηνός

»»»    Περὶ τῶν μὴ μετανοούντων - Ἅγιος Ἰωάννης ὁ Δαμασκηνός

Περὶ τῶν μὴ μετανοούντων - Ἅγιος Ἰωάννης ὁ Δαμασκηνός


«Ὁ ἐπικαλύπτων ἀσέβειαν αὐτοῦ, οὐκ εὐοδωθήσεται.»
«Τάδε λέγει Κύριος· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται,
ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;
διὰ τί ἀπέστρεψεν ὁ λαὸς οὗτος ἀποστροφὴν ἀναιδῆ,
καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν,
καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι;»
«Ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν,
καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.»
«Μὴ εἴπῃς, Ἥμαρτον, καὶ τί μοι ἐγένετο;
Ὁ γὰρ Κύριος μακρόθυμός ἐστι.»
«Μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι.»
«Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ,
ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ·
μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ,
καὶ εἰς φυλακὴν βληθήσῃ.
Ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν,
ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην.»
Εἰ μὲν καλὸν ἡ ἁμαρτία, ἄνθρωπε, φύλασσε ταύτην εἰς τέλος.
Εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπιμένεις τοῖς ὀλεθρίοις;
Οὐδεὶς χολὴν ἐμέσαι ζητῶν ἐκ πονηρᾶς καὶ ἀκολάστου διαίτης, πολυπλασίονα ταύτην ἑαυτῷ συναθροίζει.
Καθαίρειν προσήκει τὸ λυποῦν τὸ σῶμα,
οὐ κατασκευάζειν τὴν νόσον μείζονα τῆς δυνάμεως·
Φαίνεται ἡ ναῦς μέχρι τίνος τὸ βάρος τῶν ἀγωγίμων ὑφίσταται·
τὸ δὲ ὑπὲρ τοῦτο καταβαπτίζεται.
Ὅρα μήποτε μείζονα ποιήσας τὰ ἁμαρτήματα τῆς ἀφέσεως, πρὸ τῶν ἐλπισθέντων λιμένων ὑποστῇς τὸ ναυάγιον.
Ὅρα μὴ ἐπ' ἐλπίδι τῆς ἀπολυτρώσεως πλῆθος κακῶν ἑαυτῷ συλλεξάμενος, τὴν ἁμαρτίαν συναθροίσῃς,
τῆς δὲ συγχωρήσεως ἀποτύχῃς.
Κακία σιωπηθεῖσα, νόσος ὕπουλός ἐστιν ἐν ψυχῇ.
Ὡς οὖν οὐκ ἂν εἴποιμεν εὐεργέτην τὸν κατακλείοντα τῷ σώματι τὰ ὀλέθρια, ἀλλὰ μᾶλλον τὸν δι' ὀδύνης καὶ ἀμύξεως εἰς τὸ φανερὸν ἕλκοντα, ὥστε διὰ τῆς τοῦ πάθους φανερώσεως εὔγνωστον ὑπάρξαι τὸν τρόπον τῆς θεραπείας·
οὕτω δῆλον, ὅτι τὸ κρύπτειν ἁμαρτίαν, συγκατασκευάζειν ἐστὶ τῷ νοσοῦντι τὸν θάνατον.
Κέντρον γὰρ, φησὶ, τοῦ θανάτου ἡ ἁμαρτία.
Ὅρα, ἄνθρωπε, μήποτέ σοι μεταμελήσῃ τῶν κακῶν βουλευμάτων, ὅτε ὄφελος τῆς μεταμελείας οὐδέν.
Ἐπειδὴ ἐν τῷ σώματι ἡμάρτομεν, ὅτε παρεστήσαμεν τὰ μέλη ἡμῶν δοῦλα τῇ ἁμαρτίᾳ εἰς τὴν ἀνομίαν, τῷ στόματι ἐξομολογησώμεθα, τῷ αὐτῷ κεχρημένοι ὀργάνῳ πρὸς τὴν ἀνάλυσιν τῆς ἁμαρτίας.
Ἐλοιδόρησας; εὐλόγησον.
Ἐπλεονέκτησας; ἀπόδος.
Ἐμέθυσας; νήστευσον.
Ἠλαζονεύσω; ταπεινώθητι.
Ἐφθόνησας; παρακάλεσον.
Ἐφόνευσας; μαρτύρησον, ἢ τὰ ἰσοδυναμοῦντα τῷ μαρτυρίῳ, διὰ τῆς ἐξομολογήσεως τὸ σῶμα κάκωσον, καὶ τότε μετὰ τὴν ἐξομολόγησιν ἄξιος εἶ ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλλειν τῷ Θεῷ.
Οὐ τὸ πεσεῖν χαλεπὸν, ἀλλὰ τὸν πεσόντα κεῖσθαι, καὶ μὴ ἀνίστασθαι, ἐθελοκακοῦντα δὲ καὶ βλακεύοντα τοῖς τῆς ἀπογνώσεως λογισμοῖς, τὴν τῆς προαιρέσεως ἐξεπικρύπτειν ἀσθένειαν.
Πολλοὶ τῶν ἁμαρτανόντων λέγουσιν, Αἰσχύνης γέμω·
πῶς δύναμαι προσελθεῖν τῷ Θεῷ;
πῶς δύναμαι παρακαλέσαι αὐτόν;
διαβολικὴν νοσοῦντες εὐλάβειαν.
Ἀπαῤῥησίαστος εἶ;
διὰ τοῦτο πρόσελθε, ἵνα κτήσῃ παῤῥησίαν πολλήν.
Μὴ γὰρ ἄνθρωπός ἐστιν, ὁ μέλλων σοι καταλλάττεσθαι;
Θεός ἐστιν, ὁ σοῦ μᾶλλον βουλόμενος ἀπαλλάξαι σε τῶν ἁμαρτιῶν.
Οὐχ οὕτως σὺ τῆς ἀσφαλείας ἐπιθυμεῖς τῆς σεαυτοῦ,
ὡς ἐκεῖνος ἐφίεται τῆς σωτηρίας.
Ψυχὴ ἅπαξ ἁμαρτίας γευσαμένη, καὶ ἀναλγήτως διατιθεῖσα, πολλὴν παρέχει τῷ νοσήματι τὴν προσθήκην.
Ὥσπερ γὰρ σπινθὴρ, ἐὰν φθάσῃ ἐπιλαβέσθαι τινὸς,
πάντα λοιπὸν κατανέμεται·
οὕτω τῆς ἁμαρτίας ἡ φύσις, ἐπειδὰν τῶν τῆς ψυχῆς λογισμῶν ἐπιλάβοιτο, καὶ μηδεὶς ᾖ ὁ σβέσων, χαλεπωτέρα λοιπὸν καὶ δυσχείρωτος γίνεται, τῇ τῶν δευτέρων προσθήκῃ πρὸς μείζονα καταφρόνησιν ἐπαιρομένη.
Οὕτω γοῦν πολλοὶ πολλάκις τὴν φλόγα τὴν παρὰ τὴν ἀρχὴν μὴ σβεννύοντες,
εἰς μέγα ναυάγιον κατήντησαν.
Μὴ ἔχουσα γὰρ ἡ ἁμαρτία τὸν εἰς τὸ πρόσω προβῆναι κωλύοντα, ἵππῳ ἔοικε τὸν χαλινὸν ἀποῤῥήξαντι,
καὶ τὸν ἀναβάτην κατακρημνίσαντι.
∆υσαναβίβαστος ἡ ψυχὴ ἐπὶ ταῦτα,
ἀφ' ὧν ὠλίσθησε κακῶν·
δυσεκβίβαστος τούτων τε ὧν συνειθίσθη κακῶν.
Εἰ μὲν σαυτόν ποτε ἠθέλησας μέμψασθαι ἐπὶ ταῖς ἀνομίαις, καὶ ἐξιάσασθαι τῷ φαρμάκῳ τῆς μετανοίας,
τάχα ἂν χρηστὰς ἐλπίδας ἐθρέψαμεν ἐπὶ σοί.
Ἐπειδὴ δὲ τελείως κατεφρόνησας τοῦ θείου φόβου,
καὶ αὐτῆς κατέπτυσας τῆς εἰς Χριστὸν πίστεως,
βέλτιόν σοι ὑπῆρχεν, ἵνα μὴ ἐγεννήθης ἐκ γαστρός.
Τὸ ὑποπεσεῖν καὶ παραχωρῆσαι τοῖς πάθεσιν, ἐσχάτη δουλεία, ὥσπερ ἀμέλει τὸ κρατεῖν τούτων ἐλευθερία μόνη.
Φοβοῦμαι τὸν θάνατον, ὅτι πικρός μοί ἐστι.
Φοβοῦμαι τὴν γέενναν, ὅτι αἰώνιός ἐστι·
φοβοῦμαι τὸ πῦρ, ὅτι ἄσβεστόν ἐστι·
φοβοῦμαι τὸν τάρταρον, ὅτι οὐ μετέχει θέρμης·
φοβοῦμαι τὸ σκότος, ὅτι οὐ μετέχει φωτός·
φοβοῦμαι τὸν σκώληκα, ὅτι ἀτελεύτητός ἐστιν·
φοβοῦμαι τοὺς ἀγγέλους, ὅτι ἀνελεήμονές εἰσιν.
Οἴμοι, ὅτι σοῦ βοῶντος οὐκ ἤκουσα, καὶ λέγοντος·
Ὦ ψυχὴ, παῦσαι τούτων τῶν μιασμάτων,
καὶ πάντων τῶν παρ' ἐμοὶ βδελυγμάτων!
Οἴμοι, ὅτι τὸν ναόν σου ἔφθειρα,
καὶ τὸ ἅγιόν σου Πνεῦμα ἐλύπησα.
Κύριε, ἀληθινὰ τὰ κρίματά σου·
διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν ἀθάνατα βασανίζομαι·
δι' ἡδονῆς σαρκὸς τῷ πυρὶ παραδίδομαι.
∆ικαία ἡ κρίσις τοῦ Θεοῦ.
Ἐδιδασκόμην, καὶ οὐ προσῆκον.
∆ιεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων.
Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς, ἐὰν προαναρπασθῇς τῆς πρὸς τὸν Θεὸν μετανοίας.
Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασιλείας ἀντιποιήθητι.
Ἀδελφοὶ, οἷον φόβον, καὶ τρόμον, καὶ ἀνάγκην ἔχομεν ἰδεῖν,
ὅτε ἡ ψυχὴ τοῦ σώματος χωρίζεται.
Παραγίνεται γὰρ ἐφ' ἡμᾶς στρατιὰ καὶ δύναμις τῶν ἐναντίων δυνάμεων, οἱ τοῦ σκότους ἄρχοντες,
οἱ κοσμοκράτορες τῆς πονηρίας, αἱ ἀρχαὶ καὶ ἐξουσίαι,
καὶ τρόπῳ τινὶ δίκης κατέχουσι τὴν ψυχὴν,
ἐπιφέροντες πάντα αὐτῆς τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ ἁμαρτήματα, ἀπὸ νεότητος ἕως ἧς κατελήφθη ἡλικίας.
Ἵστανται οὖν οἱ κατηγοροῦντες λοιπόν.
Ὁποῖον τρόμον δοκεῖς τὴν ψυχὴν ἔχειν ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἕως οὗ ἡ κρίσις αὐτῆς ἀπόφασιν λάβῃ παρὰ τοῦ δικαίου κριτοῦ;
Ἐὰν εὑρεθῇ ἐν ἀμελείᾳ ζήσασα, ἀκούσει τὴν δεινοτάτην ἐκείνην φωνήν·
Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν τοῦ Κυρίου.
Τότε αὐτὴν καταλαμβάνει ἡμέρα ὀργῆς, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα σκότους καὶ γνόφου, παραδιδομένην εἰς πῦρ ἐξώτερον καὶ αἰώνιον πῦρ, ἐν ᾧ κατακριθεῖσα εἰς αἰῶνας ἀπεράντους κολασθήσεται.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.



No votes yet
+

Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου... Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου... Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου


Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου, καὶ δευτέρας παρουσίας, ἀδιαδόχου τε τῶν δικαίων βασιλείας, καὶ ἀτελευτήτου τῶν ἁμαρτωλῶν κολάσεως· ὑπόθεσίς τε ἐξομολογήσεως, καὶ πρὸς τὴν τῶν θείων Γραφῶν μελέτην προτροπὴ, τίνες τε αἱ μεθοδεῖαι τοῦ Ἐχθροῦ, καὶ τί τὸ τῆς ἡσυχίας ὠφέλιμον.

Λαμπρὸς ὁ βίος τῶν δικαίων·
πῶς δὲ λαμπρύνεται, ἀλλ' ἢ διὰ τῆς ὑπομονῆς;
Ταύτην κτησάμενος ἀγάπησον, ὦ ἀδελφὲ,
ὡς τῆς ἀνδρείας μητέρα·
ὁ μὲν γὰρ ψαλμὸς παραινεῖ λέγων·
Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ.
Ὁ δὲ Παῦλος ὅπως κτήσῃ τὴν ἀρετὴν, λέγει·
Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται.
Ταύτην μετερχόμενος, εὑρήσεις τὴν πηγὴν τῶν ἀγαθῶν, τὴν ἐλπίδα·
Ἡ δὲ ἐλπὶς οὐ καταισχύνεται.
Ὑποτάγηθι τοίνυν τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτῷ, καὶ εὑρήσεις ἐκ τούτου τὸ, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου.
Τί τούτου μακαριώτερον, τοῦ κεκτῆσθαι βασιλέως τοιούτου ἀκοὴν εὐμενῆ;
τίς οὐ θελήσει ἀνεῳγμένην ἔχειν καὶ ὑπακούουσαν τοῦ κριτοῦ τὴν ἀκοήν;
Ἐργάτης τυγχάνεις τῆς ἀρετῆς, ἀδελφέ·
ἐμισθώσατό σε Χριστὸς εἰς τὸν ἀμπελῶνα αὐτοῦ·
ὡς καιρὸν ἔχεις, ἐργάζου τὸ ἀγαθόν.

Ἄκουσον τοῦ Παύλου λέγοντος·
Ὃ δ' ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει.
Σπεῖρον εἰς τὸ πνεῦμα, ἵνα θερίσῃς ζωὴν αἰώνιον·
Ὁ γὰρ σπείρων εἰς τὸ σῶμα, φησὶν, ἐκ τοῦ σώματος θερίσει φθοράν.
Ἄκουε τοῦ καλοῦ παραινέτου λέγοντος·
Σπείρατε ἑαυτοῖς δικαιοσύνην, τρυγήσατε καρπὸν ζωῆς·
μὴ ὀλιγώρει ἐν τῷ κάμνειν, ἔμπροσθεν ὁρῶν τὴν ἐλπίδα.
Ὅπου γὰρ ἀγῶνες, ἐκεῖ καὶ βραβεῖα·
ὅπου πόλεμοι, ἐκεῖ καὶ τιμαί·
ὅπου ἡ πάλη, ἐκεῖ καὶ ὁ στέφανος.
Εἰς ταῦτα ἀφορῶν, ἐπάλειφε σεαυτὸν δι' ὑπομονῆς·
ὑποφώνει σεαυτῷ πάντοτε μετὰ τῶν ἁγίων βοῶν·
Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου,
καὶ ὑπόμεινον τὸν Κύριον·
Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου,
καὶ παρασκευάζου εἰς τὸν ἀγρόν·
ἀγρὸς γάρ ἐστιν οὗτος ὁ βίος.
Λάβε τὴν Παλαιὰν ∆ιαθήκην.
Περίσφιγξον τὸ κτῆμά σου ἀκάνθαις.
Ποίαις;
Τῇ νηστείᾳ, τῇ προσευχῇ, τῇ διδασκαλίᾳ.
Ἐὰν ἔχῃς τὸν φραγμὸν, οὐκ ἐμβήσεται τὸ θηρίον, τὸν διάβολον λέγω.
Ὡς ἄμπελον καλὴν γεώργει σου τὴν ψυχήν.
Καὶ ὥσπερ οἱ τοὺς ἀμπελῶνας φυλάσσοντες κροτοῦσι τῇ χειρὶ, βοῶσι τῇ φωνῇ, καὶ διὰ τῶν κτύπων ἱστῶσι τοὺς ἐπιβουλεύοντας·
οὕτω καὶ σὺ βόησον τῇ προσευχῇ, ἀλάλαξον τῇ ψαλμῳδίᾳ, καὶ ἀποδιώξεις τὸ δολερὸν θηρίον, τὴν ἀλώπεκα,
ἥτις ἐστὶν ὁ διάβολος·
περὶ οὗ ἔλεγεν ἡ Γραφή·
Πιάσατε ἡμῖν μικροὺς ἀλώπεκας, καὶ τὰ ἑξῆς.
Τήρει πάντοτε τὸν Ἐχθρόν·
ἐὰν ἔλθῃ κατατοξεῦσαί σου τὴν καρδίαν εἰς ἐπιθυμίαν ἄτοπον,
καὶ ἐὰν κατασφενδονᾷν τὴν ψυχήν σου ἔλθῃ,
προσβάλλων ῥυπαροὺς λογισμοὺς,
ἀντίστησον τὸν θυρεὸν τῆς πίστεως,
περιβαλοῦ τὴν περικεφαλαίαν τῆς ἐλπίδος,
σπάσαι τὴν μάχαιραν τοῦ Πνεύματος, ἥτις ἐστὶ ῥῆμα Θεοῦ·
καὶ οὕτως ὁπλιζόμενος κατὰ τοῦ Ἐχθροῦ, ὑπόμεινον,
καὶ μὴ ὀλιγώρει ἐν τῷ πολέμῳ, ἀλλὰ νῆφε ἐν πᾶσιν.
Ἐπιφέρει ὁ Ἐχθρὸς ποτὲ μὲν εὐρυχωρίας, ποτὲ δὲ θλίψεις.
Πρὸς ὃ γὰρ δοκιμάζει τὴν διάθεσιν τοῦ ἀνθρώπου ἐγκειμένην, πρὸς αὐτὸ καὶ αὐτὸς στρατεύεται διὰ πανουργίας παρατάσσεσθαι.
∆ιὸ, ἀδελφέ μου, νῆψον ἀσφαλῶς, καὶ σπούδασον ἀεὶ τῇ ἀναγνώσει προσκολλᾶσθαι, ἵνα σε διδάξῃ πῶς δεῖ ἐκφυγεῖν τὰς παγίδας τοῦ Ἐχθροῦ, καὶ καταλαμβάνειν τὴν αἰώνιον ζωήν.
Συστέλλει γὰρ ἡ ἀνάγνωσις τῶν θείων Γραφῶν τὸν νοῦν πλανώμενον, καὶ δωρεῖται γνῶσιν εἰς Θεόν·
γέγραπται γάρ·
Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός·
ἀκούεις, ἀδελφὲ, ὅτι γνῶσιν Θεοῦ λαμβάνει ὁ σχολάζων ταῖς θείαις Γραφαῖς ἐν ἀληθινῇ καρδίᾳ.
∆ιὸ, ἀδελφέ μου, μὴ ἀμελήσῃς τῆς ψυχῆς σου,
ἀλλὰ σχόλαζε τῇ ἀναγνώσει καὶ ταῖς προσευχαῖς·
ὅπως φωτισθῇ σου ἡ διάνοια, καὶ ὅπως γένῃ τέλειος καὶ ὁλόκληρος, ἐν μηδενὶ λειπόμενος.
Ἄλλοι καυχῶνται ἐπὶ συνομιλίᾳ μεγιστάνων, ἀρχόντων τε καὶ βασιλέων·
σὺ δὲ καύχησαι ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ, συνομιλῶν τῷ ἁγίῳ Πνεύματι διὰ τῶν θείων Γραφῶν·
τὸ γὰρ ἅγιον Πνεῦμά ἐστι τὸ λαλοῦν δι' αὐτῶν.
Σπούδαζε οὖν ἐντυγχάνειν ταῖς θείαις Γραφαῖς, καὶ προσκαρτερεῖν ταῖς ἁγίαις εὐχαῖς.
Ὁσάκις γὰρ ἂν ἐντυγχάνῃς τῷ Θεῷ δι' αὐτῶν, τοσαυτάκις ἁγιάζεταί σου τὸ σῶμα, καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα.
Τοῦτο οὖν γινώσκων, ἀδελφέ μου, ὅτι, ἡνίκα ἂν ἐντυγχάνῃς αὐταῖς, ἁγιάζῃ, σπούδασον πυκνοτέρως ἐντυγχάνειν αὐταῖς·
κἂν μὴ σχολάζωσιν αἱ χεῖρες, εὔχου τῇ διανοίᾳ.
Καὶ γὰρ ἡ μακαρία Ἄννα, ἡ μήτηρ τοῦ προφήτου Σαμουὴλ, ηὔχετο, καὶ τὰ χείλη αὐτῆς ἐσάλευεν·
ἡ δὲ προσευχὴ αὐτῆς εἰς τὰ ὦτα Κυρίου σαββαὼθ εἰσεληλύθει.
Καὶ γὰρ ἐδόθη αὐτῇ ἡ αἴτησις αὐτῆς.
∆ιὸ, ἀδελφέ μου, εἰ καὶ σχολάζουσιν αἱ χεῖρες, ἀλλὰ τῇ διανοίᾳ εὔχου·
καὶ γὰρ σιωπώντων ὁ Θεὸς ἀκούει.
Ἐὰν δὲ οὐκ ἐπίστασαι τὸ ἀναγινώσκειν, προσκολλῶ ὅπου ἔστιν ἀκοῦσαι καὶ ὠφεληθῆναι·
γέγραπται γάρ·
Ἐὰν ἴδῃς ἄνδρα συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου.
Τοῦτο γὰρ συμβάλλεται, ἀδελφέ μου, οὐ μόνον τοῖς μὴ ἐπισταμένοις τὸ ἀναγνῶναι, ἀλλὰ καὶ τοῖς ἐπισταμένοις.
Πολλοὶ γάρ εἰσιν ἀναγινώσκοντες, καὶ οὐκ ἐπιγινώσκουσιν ἃ ἀναγινώσκουσι.
Βλέπε οὖν, ἀδελφὲ, μὴ ἀμελήσῃς τοῦ ἐν σοὶ χαρίσματος τοῦ δοθέντος σοι τῇ δωρεᾷ τοῦ Χριστοῦ·
ἀλλὰ φρόντισον καὶ ἐκζήτησον τὸ πῶς εὐαρεστῆσαι τῷ Θεῷ δυνήσῃ, ἵνα τύχῃς τοῦ μακαρισμοῦ·
γέγραπται γάρ·
Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσι αὐτόν.
Βλέπε μή σε ἀνακόψῃ ὁ Ἐχθρὸς, ὅταν βούλῃ ἀναγνῶναι, προσφέρων σοι τὴν ἀδικίαν, καὶ βάλλων σε εἰς πειρασμοὺς, καὶ λέγων·
Ποίησον πρῶτον τόδε τὸ πρᾶγμα, ἐφ' ὅσον ὀλίγον ἐστὶ, καὶ οὕτως ἀμερίμνως ἀναγινώσκῃς.
Ἡνίκα γὰρ ὑποβάλλῃ ταῦτα, καὶ προθυμίαν παρέχῃ εἰς τὸ ἐργόχειρον, ταῦτα πάντα ἐμβάλλει, ἵνα σε ἀπασχολήσῃ τοῦ ἀναγνῶναι καὶ ὠφεληθῆναι.
Ὅταν γὰρ ἴδῃ ἄνθρωπον ὁ διάβολος ἐμπόνως ἀναγινώσκοντα καὶ ὠφελούμενον, ταύταις ταῖς ἀφορμαῖς καὶ ἄλλαις πολλαῖς παρατάσσεται αὐτῷ, ἐμποδίζειν αὐτὸν ζητῶν.
Σὺ οὖν μὴ πεισθῇς αὐτῷ, ἀλλὰ γενοῦ ὡσεὶ ἔλαφος διψῶσα, καὶ ἐπιποθῶν ἐλθεῖν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, τουτέστιν ἐπὶ τὰς θείας Γραφὰς, ὅπως πίῃ ἐξ αὐτῶν, καὶ καταψύξωσί σου τὴν δίψαν τὴν συμφλέγουσάν σε διὰ τῶν παθῶν.
Σύμπινε δὲ καὶ τὴν ἐξ αὐτῶν ὠφέλειάν σοι γινομένην·
οἷόν τι λέγω, ἵνα, ὅταν ὁ Κύριος δωρῆταί σοι τοῦ ἐπιγνῶναι ἐξ αὐτῶν λόγον, μὴ παρέλθῃς, ἀλλὰ μελετήσῃς αὐτὸν ἐν τῇ διανοίᾳ σου, καὶ ἐγγράψῃς αὐτὸν ἐν τῇ καρδίᾳ σου, καὶ τῇ μνήμῃ διαφυλάξῃς αὐτὸν ἀνεξάλειπτον.
Γέγραπται γάρ·
Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου·
καὶ πάλιν, Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι·
καὶ πάλιν, Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ;
ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.
Βλέπεις, ἀδελφὲ, ὅτι ἐν τῷ μνημονεύειν τῶν λόγων τοῦ Θεοῦ κατορθοῖ ἄνθρωπος τὴν ὁδὸν αὐτοῦ.
Τίς γάρ ἐστιν ὁ μνημονεύων τῶν λόγων τοῦ Θεοῦ καὶ μὴ κατορθῶν, εἰ μὴ ἄρα ἐκεῖνος ὑπάρχει ἀδόκιμος καὶ ταλαίπωρος, ὁ οὐδὲν ὅλως μνημονεύων, ἀλλὰ καὶ ὧν δοκεῖ μνημονεύειν ἐπιλανθανόμενος;
Τῷ γὰρ τοιούτῳ ἀνθρώπῳ λέγει ὁ Θεός·
Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;
Κελεύει οὖν ἀπαρθῆναι ἀπ' αὐτοῦ καὶ ὃ δοκεῖ ἔχειν·
ὅτι οὗτος δοκεῖ ἔχειν πίστιν καὶ γὰρ Χριστιανὸν ἑαυτὸν ἀποκαλεῖ, τοῖς δὲ ἔργοις ἀρνεῖται, καὶ ἔστιν ἀπίστου χείρων.
∆ιὸ κελεύει ἀπαρθῆναι ἀπ' αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔλαβεν ἐν ἡμέρᾳ ἀπολυτρώσεως, ὃ δοκεῖ ἔχειν.
Καὶ γίνεται ὁ τοιοῦτος ἄνθρωπος ὥσπερ κεράμιον οἴνου ῥῆγμα πεποιηκὸς, καὶ δι' αὐτοῦ ἀπολωλεκὸς τὸν οἶνον·
ὅπερ πάντες μὲν οἱ ὁρῶντες, μὴ ἰδόντες τὸ γεγονὸς, δοκοῦσι μεστὸν εἶναι·
ὅταν δὲ ἐρευνηθῇ, τότε φανεροῦται πᾶσιν, ὅτι κενόν ἐστι κείμενον.
Οὕτως οὖν καὶ ὁ τοιοῦτος ἄνθρωπος κατὰ τὴν ἡμέραν ἐκείνην τῆς κρίσεως ἐρευνώμενος, εὑρίσκεται·
καὶ τότε φανερὰ πᾶσι τὰ κατ' αὐτὸν γίνεται.
Τοιοῦτοί εἰσι καὶ εἰ ἐροῦντες τῷ βασιλεῖ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ·
Κύριε, οὐ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;
Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς·
Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.
Βλέπεις, ἀδελφὲ, ὅτι οὐδὲν ἔλεος ἔχει ὁ τοιοῦτος.
Σὺ οὖν μνημόνευε τῶν λόγων ὧν ἀκούεις, καὶ κατόρθωσον τὴν ὁδόν σου.
Βλέπε μὴ ἐάσῃς τὴν λήθην κατελθεῖν, καὶ ἁρπάσαι αὐτὸν ἐκ τῆς καρδίας σου·
βλέπε μὴ ἐάσῃς τὰ πετεινὰ κατελθεῖν, καὶ καταφαγεῖν τὸ σπέρμα τοῦ Θεοῦ·
αὐτὸς γὰρ εἶπεν, ὅτι τὸ σπέρμα ἐστὶν ὁ λόγος, ὃν ἠκούσατε.
Κρύψον τὸ σπέρμα εἰς τὰς λαγόνας τῆς γῆς·
τουτέστι, κρύψον τὸν λόγον ἐν μέσῳ τῆς καρδίας σου, ὅπως καρποφορήσῃ τῷ Κυρίῳ ἐν φόβῳ.
Ὅταν δὲ ἀναγινώσκῃς, ἐπιμελῶς καὶ ἐμπόνως ἀναγίνωσκε, ἐν πολλῇ καταστάσει διερχόμενος τὸν στίχον, καὶ μὴ σπούδαζε τὰ φύλλα μόνον διέρχεσθαι, ἀλλὰ ἐὰν χρεία, μὴ ὀκνήσῃς δὶς καὶ τρὶς καὶ πλειστάκις διελθεῖν τὸν στίχον, ὅπως νοήσῃς τὴν δύναμιν αὐτοῦ.
Ὅταν δὲ μέλλῃς καθεσθῆναι καὶ ἀναγνῶναι, ἢ καὶ πάλιν ἄλλου ἀναγινώσκοντος ἀκοῦσαι, δεήθητι πρῶτον τοῦ Θεοῦ λέγων·
Κύριε Ἰησοῦ Χριστὲ, ἄνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, τοῦ ἀκοῦσαί με τὸν λόγον σου, καὶ συνιέναι, καὶ ποιῆσαι τὸ θέλημά σου, Κύριε, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ.
Μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου, ἀλλ' Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου·
ἐπὶ σοὶ γὰρ ἤλπισα, ὁ Θεός μου, ἵνα σύ μου φωτίσῃς τὴν καρδίαν.
Ναὶ, ἀδελφέ μου, παρακαλῶ, οὕτω πάντοτε εὔχου τῷ Θεῷ, ὅπως φωτίσῃ σου τὸν νοῦν, καὶ δηλώσῃ σοι τὴν δύναμιν τῶν λόγων αὐτοῦ.
Πολλοὶ γὰρ ἐπλανήθησαν θαῤῥήσαντες τῇ συνέσει αὐτῶν, καὶ Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, μὴ νοοῦντες τὰ γεγραμμένα, καὶ περιέπεσαν εἰς βλασφημίαν, καὶ ἀπώλοντο.
Ἐὰν οὖν ἐν τῷ ἀναγινώσκειν σε εὕρῃς λόγον δυσνόητον, βλέπε μή σε διδάξῃ ὁ Πονηρὸς λέγειν ἐν ἑαυτῷ, ὅτι Οὐχ οὕτως ἐστὶν, ὡς λέγει ὁ λόγος οὗτος·
πῶς γὰρ δύναται οὕτως εἶναι;
καὶ τὰ τοιαῦτα·
ἀλλ', εἰ πιστεύεις τῷ Θεῷ, πίστευε καὶ τοῖς λόγοις αὐτοῦ, καὶ λέγε πρὸς τὸν Πονηρὸν, Πορεύου εἰς τὰ ὀπίσω μου, Σατανᾶ.
Ἐγὼ γὰρ οἶδα, Τὰ λόγια τοῦ Θεοῦ, λόγια ἁγνά ἐστιν, ἀργύριον πεπυρωμένον ἑπταπλασίως·
καὶ οὐδὲν ἐν αὐτοῖς σκολιὸν, οὐδὲ στραγγαλιῶδες, ἀλλὰ πάντα τὰ ἀγαθὰ ἐνώπιον τοῖς συνιοῦσιν·
ἐγὼ δὲ ἀσύνετός εἰμι, καὶ οὐ γινώσκω·
οἶδα οὖν ὅτι πνευματικῶς γεγραμμένα εἰσί·
λέγει γὰρ καὶ ὁ Ἀπόστολος, ὅτι Ὁ νόμος πνευματικός ἐστιν.
Εἶθ' οὕτως ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ εἰπέ·
Κύριε, πιστεύω τοῖς λόγοις σου·
οὐκ ἀντιλέγω, ἀλλὰ θαῤῥῶ τοῖς λόγοις τοῦ ἁγίου Πνεύματος.
Σὺ οὖν, Κύριε, σῶσόν με, ὅπως εὕρω χάριν ἐνώπιόν σου.
Ἐγὼ γὰρ ἄλλο τι οὐ ζητῶ, εἰ μὴ μόνον τοῦ σωθῆναι, ὅπως τύχω τοῦ ἐλέους σου, εὔσπλαγχνε·
ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, ἀμήν.
Κτῆσαι δὲ καὶ ἡσυχίαν, ἀδελφὲ, ὥσπερ τεῖχος ὀχυρόν·
ἡ γὰρ ἡσυχία ὑψηλότερόν σε ποιεῖ τῶν παθῶν·
σὺ γὰρ ἄνωθεν πολεμεῖς, αὐτὰ δὲ κάτωθεν.
Κτῆσαι οὖν τὴν ἐν φόβῳ Θεοῦ ἡσυχίαν, καὶ οὐ μή σε βλάψῃ πάντα τὰ βέλη τοῦ Ἐχθροῦ·
ἡσυχία γὰρ φόβῳ Θεοῦ συνεζευγμένη ἅρμα πύρινόν ἐστι.
Καὶ πειθέτω σε Ἠλίας ὁ προφήτης ἀγαπήσας τὴν ἡσυχίαν, καὶ τὸν φόβον τοῦ Θεοῦ, ἀναληφθεὶς ὡς εἰς τὸν οὐρανόν.
Ὦ ἡσυχία, προκοπὴ μοναζόντων·
ὦ ἡσυχία, κλῖμαξ οὐράνιος·
ὦ ἡσυχία, ὁδὸς βασιλείας οὐρανῶν·
ὦ ἡσυχία, κατανύξεως μήτηρ·
ὦ ἡσυχία, ἔσοπτρον ἁμαρτημάτων, ἡ δεικνύουσα ἀνθρώπῳ τὰ πλημμελήματα αὐτοῦ·
ὦ ἡσυχία, ἡ δάκρυα μὴ ἐμποδίζουσα·
ὦ ἡσυχία, πραότητος γεννήτρια·
ὦ ἡσυχία, ταπεινοφροσύνης σύσκηνε·
ὦ ἡσυχία, φόβῳ Θεοῦ συνεζευγμένη, διανοίας φωταγωγέ·
ὦ ἡσυχία, λογισμῶν κατάσκοπε, καὶ διακρίσεως σύμπονε·
ὦ ἡσυχία, γεννήτρια παντὸς ἀγαθοῦ, νηστείας ἑδραίωμα, καὶ γαστριμαργίας ἐμπόδιον·
ὦ ἡσυχία, σχόλασις προσευχῆς καὶ ἀναγνώσεως·
ὦ ἡσυχία, γαλήνη λογισμῶν, καὶ λιμὴν εὔδιος·
ὦ ἡσυχία, ἀμεριμνία ψυχῆς·
ὦ ἡσυχία, ζυγὸς χρηστὸς καὶ φορτίον ἐλαφρὸν, ἀναπαύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε·
ὦ ἡσυχία, εὐφροσύνη ψυχῆς καὶ καρδίας·
ὦ ἡσυχία, ὀφθαλμῶν καὶ ἀκοῆς καὶ γλώσσης χαλινός·
ὦ ἡσυχία περπερότητος ἀναίρεσις, καὶ ἀναιδείας ἐχθρά·
ὦ ἡσυχία, δεσμωτήριον παθῶν·
ὦ ἡσυχία, πάσης ἀρετῆς συνεργὲ, ἀκτημοσύνης πρόξενε, χωρίον Θεοῦ καρποφοροῦν καρποὺς ἀγαθούς·
ὦ ἡσυχία, τεῖχος καὶ ὀχύρωμα τῶν βουλομένων ἀγωνίσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν.
Ναὶ, ἀδελφὲ, ταύτην κτῆσαι τὴν καλὴν μερίδα, ἣν Μαρία ἐξελέξατο.
Αὕτη γὰρ ἡ Μαρία ἐγένετο ὑπόδειγμα τῆς ἡσυχίας, παρακαθίσασα παρὰ τοῖς ποσὶ τοῦ Κυρίου, καὶ αὐτῷ μόνῳ προσκολληθεῖσα.
∆ιὸ καὶ ἐπῄνεσεν αὐτὴν ὁ Κύριος λέγων·
Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς.
Βλέπεις, ἀδελφὲ, οἵα ἐστὶν ἡ ἡσυχία·
ὅτι αὐτός ἐστι, καὶ ἐπαινεῖ τὸν κτώμενον αὐτὴν ὁ ∆εσπότης ἡμῶν Θεός.
Ταύτην κτῆσαι, ἀδελφέ μου, καὶ κατατρυφήσεις τοῦ Κυρίου σου, παρακαθεζόμενος τοῖς ποσὶν αὐτοῦ καὶ αὐτῷ μόνῳ προσκολλώμενος, ἵνα λέγῃς καὶ σὺ μετὰ παῤῥησίας·
Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
∆ιὰ τοῦτο ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου.
Ναὶ, ἀδελφέ μου, ταύτην κτῆσαι τὴν μέλιτος γλυκυτέραν.
Κρείσσων γὰρ ψωμὸς ἐν ἅλατι ἡσυχίας καὶ ἀμεριμνίας, ἢ παράθεσις ἐδεσμάτων πολυτελῶν ἐν πειρασμοῖς καὶ μερίμναις.
Ἄκουε τοῦ λέγοντος ∆εσπότου Θεοῦ·
∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
Ἀναπαῦσαι γάρ σε θέλει ὁ Κύριος ἀπὸ μεριμνῶν, ἀπὸ θυμοῦ, ἀπὸ πειρασμοῦ καὶ θλίψεως τοῦ αἰῶνος τούτου·
ἀμέριμνόν σε θέλει εἶναι ἀπὸ τῆς πλινθουργίας τῆς Αἰγύπτου·
ἀγαγεῖν σε βούλεται εἰς τὴν ἔρημον, τουτέστιν, εἰς τὴν ἡσυχίαν, ὅπως φωτίσῃ τὰς ὁδούς σου τῷ στύλῳ τῆς νεφέλης, ὅπως ψωμιεῖ σε τὸ μάννα, λέγω δὴ τὸν ἄρτον τῆς ἡσυχίας καὶ ἀμεριμνίας·
ὅπως κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθὴν, λέγω δὴ τὴν ἄνω Ἱερουσαλήμ.
Ναὶ, ἀγαπητὲ, ταύτην ἀγάπησον, ταύτην κτῆσαι, ὅπως τερφθῇς ἐν τῇ ὁδῷ τῶν μαρτυρίων τοῦ Θεοῦ, ὡς ἐπὶ παντὶ πλούτῳ.
Ναὶ, ἀδελφὲ, κτῆσαι τὴν ἡσυχίαν μετὰ φόβου Θεοῦ, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μετὰ σοῦ, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας.
Ἀμήν.
Παρακαλῶ οὖν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, σπουδάζειν ἡμᾶς καθ' ἑκάστην ἡμέραν τὴν τούτων μνήμην ποιεῖσθαι, λέγω δὴ τῆς ἐλπίδος, τῆς πίστεως, τῆς ἀγάπης, τῆς ταπεινοφροσύνης, τοῦ σφραγίζεσθαι πάντοτε ἐν ταῖς εὐχαῖς τοῦ Θεοῦ, καὶ ταῖς μελέταις τῶν θείων Γραφῶν, καὶ τῇ ἡσυχίᾳ.
Ταῦτα γὰρ ὑμῖν παρόντα καὶ πλεονάζοντα, οὐκ ἀργοὺς, οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν.
Χριστιανὸς γὰρ, ὃς οὐ κέκτηται ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τῶν πάλαι αὐτοῦ ἁμαρτημάτων·
καὶ συμβέβηκεν αὐτῷ τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον·
καὶ, Ὗς λουσαμένη ἐν κυλισμῷ βορβόρου.
∆ιότι ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου, ὡς γέγραπται, καὶ ταῦτα ἐν τῷ ἁγίῳ λουτρῷ ἀπαρνησάμενοι, καὶ ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γενόμενοι, εἶτα πάλιν τούτοις ἐμπεπλεγμένοι·
γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
Κρεῖττον ἦν αὐτοῖς μὴ ἐπιγνῶναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγινώσκουσιν εἰς τὰ ὀπίσω πάλιν ἀνακάμψαι.
Οὐκοῦν, ἀγαπητοὶ, πιστοὶ δοῦλοι καὶ ἐκλεκτοὶ στρατιῶται Θεοῦ, Χριστιανοὶ, ἀναλάβωμεν τὴν πανοπλίαν τῶν προειρημένων ἐν τῇ καρδίᾳ ἡμῶν, καὶ καθ' ἑκάστην ἀνυπερθέτως μνείαν αὐτῶν ποιούμενοι·
ὅπως δυνηθῶμεν ἀγωνίσασθαι τὸν καλὸν ἀγῶνα, καὶ καταπατῆσαι πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ·
ἵνα ῥυσθῶμεν ἀπὸ τῆς ὀργῆς τῆς ἐπερχομένης ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, καὶ εὕρωμεν ἔλεος καὶ χάριν ἐν τῇ ἡμέρᾳ τῇ φρικτῇ ἐνώπιον τοῦ δικαίου κριτοῦ, τοῦ ἀποδιδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·
ᾧ πρέπει δόξα, σὺν τῷ παντοκράτορι Πατρὶ, καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
Your rating: None Average: 5 (1 vote)

Ἡ Δευτέρα Παρουσία - Ὁσίου Ἐφραὶμ τοῦ Σύρου

Ἡ Δευτέρα Παρουσία - Ὁσίου Ἐφραὶμ τοῦ Σύρου

Η Δευτέρα Παρουσία
Ο ΟΣΙΟΣ Ἐφραίμ, ποὺ ἡ Ἐκκλησία μας ἑορτάζει στὶς 28 Ἰανουαρίου, εἶναι ὁ μεγαλύτερος Σύρος ἀσκητικὸς πατέρας, θεολόγος καὶ ποιητής.
Γεννήθηκε τὸ 306 καὶ ἀνατράφηκε μέσα σὲ χριστιανικὸ περιβάλλον. Πολὺ νέος, φλεγόμενος ἀπὸ τὴν ἀγάπη πρὸς τὸ Θεό, ἔγινε μοναχός. Γρήγορα ἀναδείχθηκε σὲ μεγάλο διδάσκαλο μοναχῶν καὶ λαϊκῶν.
Συνέθεσε πολυάριθμους καὶ συγκλονιστικοὺς ὕμνους καὶ λόγους. Ἡ διδαχή του ὅλους τοὺς συνάρπαζε καὶ πολλοὺς ἔσωζε. Οἱ κατανυκτικές του ὁμιλίες, ἰδίως γιὰ τὴ μέλλουσα κρίση καὶ τὸν παράδεισο, συνοδεύονταν ἀπὸ ἀκατάπαυστα δάκρυα.
Πορεύθηκε στοὺς οὐρανοὺς τὸ 373. Ἡ ἠχὼ ὅμως τῶν λόγων του φτάνει μὲ τὴν ἴδια ζωντάνια μέχρι τὴν ἐποχή μας.
Ὁ ἅγιος Γρηγόριος Νύσσης, σ ἕνα ἐγκώμιό του σ αὐτόν, μὲ μεγάλο θαυμασμὸ ἀναφέρει: «Ποιὸς ἀπ' ὅσους ἀναζητοῦν τὴ χαρὰ στὶς ὑλικὲς ἀπολαύσεις καὶ ἀποστρέφονται τὰ δάκρυα, ὅταν ἀκούσει λίγα ἀπὸ τὰ λόγια του ἅγιου Ἐφραίμ, δὲν θὰ θρηνήσει, δὲν θὰ κλάψει καὶ δὲν θὰ θυμηθεῖ τὴ μέλλουσα ἀνταπόδοση; Ποιὸς θὰ μελετήσει τοὺς λόγους του γιὰ τὴ μέλλουσα κρίση, δηλαδὴ τὴ δευτέρα παρουσία τοῦ Χριστοῦ, καὶ δὲν θὰ νομίσει ὅτι βρίσκεται ἀπὸ τώρα μπροστὰ στὸ δικαστήριο ἐκεῖνο, περιμένοντας ἔντρομος τὴν τελικὴ ἀπόφαση τῆς καταδίκης του; Ἔτσι ζωγράφισε τὸ μελλοντικὸ δικαστήριο τοῦ Θεοῦ ὁ φημισμένος καὶ προφητικότατος ἅγιος, ὥστε τίποτα πλέον νὰ μὴν παραμένει ἄγνωστο γι' αὐτό».
Ἡ δεύτερη ἔλευση τοῦ Κυρίου εἶναι μία ἀναμφισβήτητη ἀλήθεια. Πολλοὶ ἀπὸ μᾶς, ἴσως ἀσυναίσθητα, προσπαθοῦμε νὰ τὴν ἀπωθήσουμε, ὡς ἐνοχλητική, σὲ κάποια σκοτεινὴ γωνιὰ τῆς ψυχῆς μας. Ἄλλοι, ἴσως παγιδευμένοι ἀπὸ τὴν οἴηση, τὴν ἀντιμετωπίζουμε μὲ φαρισαϊκὴ αὐτοπεποίθηση.
Σκοπὸς τοῦ παρόντος φυλλαδίου εἶναι νὰ γίνει γνωστὸ στὸ εὐρύτερο κοινὸ τὸ κατανυκτικὸ καὶ ἀφυπνιστικὸ κήρυγμα τοῦ ὅσιου Ἐφραίμ. Ἴσως ἔτσι μερικὲς καλοπροαίρετες ψυχὲς νὰ βγοῦν ἀπὸ τὸ λήθαργο τῶν ψευδαισθήσεων, καθὼς θὰ δοῦν παραστατικὰ ἀπὸ τώρα τὴ μεγαλειώδη καὶ συγκλονιστικὴ δευτέρα παρουσία τοῦ Κυρίου μας.
Ἱερὰ Μονὴ Παρακλήτου Ὠρωποῦ Ἀττικῆς


Your rating: None Average: 5 (2 votes)

Ἐξομολόγηση

Ἐξομολόγηση


n/a
Εξομολόγηση - Βοήθημα Εξομολογουμένου - Ιερά Μονή Παρακλήτου

Βοήθημα Ἐξομολογουμένου

Ἕνα ἁπλὸ βοήθημα γιὰ ἐκείνους ποὺ ἑτοιμάζονται νὰ προσέλθουν στὸ σωστικὸ Μυστήριο τῆς ἱερᾶς Ἐξομολογήσεως.
Ἡ Ἐξομολόγηση εἶναι τόσο ἀναγκαία γιὰ κάθε χριστιανό, ὅσο καὶ τὸ Βάπτισμα. Γιατί τὸ Βάπτισμα μᾶς καθαρίζει ἀπὸ τὶς προηγούμενες ἁμαρτίες μας, ἐνῶ ἡ Ἐξομολόγηση ἀπὸ ὅσες διαπράττουμε μετὰ τὸ Βάπτισμα. Χωρὶς τὸ Βάπτισμα δὲν μποροῦμε να κοινωνήσουμε τὰ ἄχραντα Μυστήρια τοῦ Κυρίου. Δὲν μποροῦμε ἐπίσης νὰ κοινωνήσουμε, ἂν δὲν ἐξομολογηθοῦμε τὶς ἁμαρτίες μας, ἀφοῦ αὐτὲς σὰν ἕνα τεῖχος μᾶς χωρίζουν ἀπὸ τὸν Θεό.
Ἡ ἁμαρτία εἶναι ἀρρώστια τῆς ψυχῆς, ποὺ ἂν μείνει ἀθεράπευτη, ὁδηγεῖ στὸν πνευματικὸ θάνατο, στὸν αἰώνιο, δηλαδή, χωρισμὸ τῆς ψυχῆς ἀπὸ τὸν Θεό. Τί κάνουμε ὅταν ἀσθενεῖ τὸ σῶμα μας; Ἐπισκεπτόμαστε χωρὶς καθυστέρηση τὸ γιατρό, στὸν ὁποῖο ἀποκαλύπτουμε τὶς πληγές μας καὶ περιγράφουμε μὲ ἀκρίβεια ὅλα τὰ συμπτώματά μας. Ἐκεῖνος τότε μᾶς χορηγεῖ τὰ κατάλληλα φάρμακα καὶ τὶς ἰατρικὲς ὁδηγίες ποὺ πρέπει νὰ ἀκολουθήσουμε γιὰ νὰ θεραπευθοῦμε.
Κάτι ἀνάλογο συμβαίνει ὅταν ἀσθενεῖ ἡ ψυχή μας καὶ ποθοῦμε νὰ ἀνακτήσουμε τὴν πνευματική μας ὑγεία. Προσερχόμαστε στὴν Ἐκκλησία ποὺ εἶναι ἕνα πνευματικὸ θεραπευτήριο. Ἐκεῖ ἀναζητοῦμε τὸν πνευματικό, στὸν ὁποῖο δίχως ντροπὴ ὁμολογοῦμε ὅλες τὶς ἁμαρτίες ποὺ τραυμάτισαν τὴν ψυχή μας. Στὴ συνέχεια ἐκεῖνος θὰ μᾶς διαβάσει τὴ συγχωρητικὴ εὐχὴ καὶ θά μᾶς ἀπευθύνει τὶς ἁρμόζουσες συμβουλὲς γιὰ τὴν εὐόδωση τῆς πνευματικῆς μας πορείας. Μ' αὐτὸν τὸν τρόπο ὁ φιλάνθρωπος Χριστός, ὁ Ὁποῖος εἶναι παρὼν σὲ ὅλη τη διάρκεια τῆς Ἐξομολογήσεως, μᾶς χορηγεῖ τὴν ἄφεση τῶν ἁμαρτιῶν καὶ μᾶς ὑποδεικνύει τὸ δρόμο ποὺ πρέπει νὰ ἀκολουθήσουμε γιὰ νὰ ἀπαλλαγοῦμε ὁριστικὰ ἀπὸ τὴν ἀρρώστια τῆς ἁμαρτίας.
Πρῶτο βῆμα γιὰ τὴν ἐξομολόγησή μας εἶναι ἡ συναίσθηση τῶν ἁμαρτιῶν μας. Εἶναι ἕνα δῶρο τοῦ Θεοῦ ποὺ χαρίζεται σὲ ὅσους τὸ ζητοῦν μὲ τὴν προσευχὴ καὶ τὸ ἐπιδιώκουν μὲ τὴ γενναία καὶ τίμια βυθοσκόπηση τοῦ ἑαυτοῦ τους.
Στὸ δύσκολο ἐγχείρημα τῆς αὐτοκριτικῆς θέλουν νὰ σὲ βοηθήσουν τὰ παρακάτω ἐρωτήματα, τὰ ὁποῖα ἀφοροῦν στὶς σχέσεις μας: α) μὲ τὸν Θεό, β) μὲ τὸν πλησίον καὶ γ) μὲ τὸν ἑαυτό μας.